Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Τελευταία νέα
ΣΥΝΕΧΙΖΟΥΜΕ... και απόψε 10:00 με 10:15... «Κύριε Ἰησοῦ Χριστὲ ἐλέησον ἡμᾶς»
...Ο ΙΣΤΟΤΟΠΟΣ ΜΑΣ ΕΙΝΑΙ ΥΠΟ ΚΑΤΑΣΚΕΥΗ!!!...

Παρασκευή 23 Δεκεμβρίου 2016

ΕΥΑΓΓΕΛΙΟ

Η ΧΑΡΑ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

Η ΧΑΡΑ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 25 ΔΕΚΕΜΒΡΙΟΥ 2016
Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ: Ματθ. β΄ 1-12
Τοῦ ᾿Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα λέγον­τες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾿Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ᾿Ακούσας δὲ ῾Ηρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάν­τας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας· οὕτω γὰρ  γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ, γῆ ᾿Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾿Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ. Τότε ῾Ηρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρί­βωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκού­σαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατο­λῇ  προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

ΠΗΓΗ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου